Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.339 Joseph. AJ 12.344 (English) >>Joseph. AJ 12.350

12.342καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ἰουδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον· διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν. 12.343Ἰούδας δʼ ἀκούσας παρεσκευάσθαι τὸν Τιμόθεον πρὸς μάχην ἀναλαβὼν ἅπασαν τὴν οἰκείαν δύναμιν ἔσπευδεν ἐπὶ τὸν πολέμιον, καὶ περαιωσάμενος τὸν χείμαρρον ἐπιπίπτει τοῖς ἐχθροῖς καὶ τοὺς μὲν αὐτῶν ὑπαντιάζοντας ἀνῄρει, τοὺς δʼ εἰς δέος ἐμβαλὼν ῥίψαντας τὰ ὅπλα φεύγειν ἠνάγκασεν. 12.344καὶ τινὲς μὲν αὐτῶν διέδρασαν, οἱ δʼ εἰς τὸ καλούμενον Ἐγκρανὰς τέμενος συμφυγόντες ἤλπισαν τεύξεσθαι σωτηρίας. Ἰούδας δὲ τὴν πόλιν καταλαβόμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὸ τέμενος ἐνέπρησεν ποικίλῃ χρησάμενος ἰδέᾳ τῆς ἀπωλείας τῶν πολεμίων. 12.345

Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ἰουδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἷός τε ἦν εἰς τὴν Ἰουδαίαν ἐπαναγαγεῖν. 12.346ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν· τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο. 12.347μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.339 Joseph. AJ 12.344 (English) >>Joseph. AJ 12.350

Powered by PhiloLogic